Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.172.4 | Hdt. 2.173.3 (English) | >>Hdt. 2.175.2 |
2.173.1
τοιούτῳ μὲν τρόπῳ προσηγάγετο τοὺς Αἰγυπτίους ὥστε δικαιοῦν δουλεύειν , ἐχρᾶτο δὲ καταστάσι πρηγμάτων τοιῇδε · τὸ μὲν ὄρθριον μέχρι ὅτευ πληθούσης ἀγορῆς προθύμως ἔπρησσε τὰ προσφερόμενα πρήγματα , τὸ δὲ ἀπὸ τούτου ἔπινέ τε καὶ κατέσκωπτε τοὺς συμπότας καὶ ἦν μάταιός τε καὶ παιγνιήμων .
2.173.2 ἀχθεσθέντες δὲ τούτοισι οἱ φίλοι αὐτοῦ ἐνουθέτεον αὐτὸν τοιάδε λέγοντες · “ὦ βασιλεῦ , οὐκ ὀρθῶς , σεωυτοῦ προέστηκας , ἐς τὸ ἄγαν φαῦλον προάγων σεωυτόν . σὲ γὰρ ἐχρῆν ἐν θρόνῳ σεμνῷ σεμνὸν θωκέοντα διʼ ἡμέρης πρήσσειν τὰ πρήγματα , καὶ οὕτω Αἰγύπτιοί τʼ ἂν ἠπιστέατο ὡς ὑπʼ ἀνδρὸς μεγάλου ἄρχονται , καὶ ἄμεινον σὺ ἂν ἤκουες · νῦν δὲ ποιέεις οὐδαμῶς βασιλικά .”
2.173.3 ὁ δʼ ἀμείβετο τοισίδε αὐτούς · “τὰ τόξα οἱ ἐκτημένοι , ἐπεὰν μὲν δέωνται χρᾶσθαι , ἐντανύουσι · εἰ γὰρ δὴ τὸν πάντα χρόνον ἐντεταμένα εἴη , ἐκραγείη ἄν , ὥστε ἐς τὸ δέον οὐκ ἂν ἔχοιεν αὐτοῖσι χρᾶσθαι .
2.173.4 οὕτω δὲ καὶ ἀνθρώπου κατάστασις · εἰ ἐθέλοι κατεσπουδάσθαι αἰεὶ μηδὲ ἐς παιγνίην τὸ μέρος ἑωυτὸν ἀνιέναι , λάθοι ἂν ἤτοι μανεὶς ἢ ὅ γε ἀπόπληκτος γενόμενος · τὰ ἐγὼ ἐπιστάμενος μέρος ἑκατέρῳ νέμω .” ταῦτα μὲν τοὺς φίλους ἀμείψατο .
ch. 174
2.174.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.172.4 | Hdt. 2.173.3 (English) | >>Hdt. 2.175.2 |